Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὡς οὐκ ἀφήσω σʼ οὐδέποτʼ.
Γραῦς Β
  1. οὐδὲ μὴν ἐγώ.
Νεανίας
  1. διασπάσεσθέ μʼ ὦ κακῶς ἀπολούμεναι.
Γραῦς Β
  1. ἐμοὶ γὰρ ἀκολουθεῖν σʼ ἔδει κατὰ τὸν νόμον.
Γραῦς Γ
  1. οὐκ ἢν ἑτέρα γε γραῦς ἔτʼ αἰσχίων φανῇ.
Νεανίας
  1. ἢν οὖν ὑφʼ ὑμῶν πρῶτον ἀπόλωμαι κακῶς,
  2. φέρε πῶς ἐπʼ ἐκείνην τὴν καλὴν ἀφίξομαι;
Γραῦς Γ
  1. αὐτὸς σκόπει σύ· τάδε δέ σοι ποιητέον.
Νεανίας
  1. ποτέρας προτέρας οὖν κατελάσας ἀπαλλαγῶ;
Γραῦς Β
  1. οὐκ οἶσθα; βαδιεῖ δεῦρʼ.
Νεανίας
  1. ἀφέτω νύν μʼ αὑτηί.