Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστερον.
Γραῦς Β
  1. βάδιζε δεῦρο.
Νεανίας
  1. μηδαμῶς με περιίδῃς
  2. ἑλκόμενον ὑπὸ τῆσδʼ ἀντιβολῶ σʼ.
Γραῦς Β
  1. ἀλλʼ οὐκ ἐγώ,
  2. ἀλλʼ ὁ νόμος ἕλκει σʼ.
Νεανίας
  1. οὐκ ἐμέ γʼ, ἀλλʼ ἔμπουσά τις
  2. ἐξ αἵματος φλύκταιναν ἠμφιεσμένη.
Γραῦς Β
  1. ἕπου μαλακίων δεῦρʼ ἀνύσας καὶ μὴ λάλει.
Νεανίας
  1. ἴθι νυν ἔασον εἰς ἄφοδον πρώτιστά με
  2. ἐλθόντα θαρρῆσαι πρὸς ἐμαυτόν· εἰ δὲ μή,
  3. αὐτοῦ τι δρῶντα πυρρὸν ὄψει μʼ αὐτίκα
  4. ὑπὸ τοῦ δέους.
Γραῦς Β
  1. θάρρει, βάδιζʼ· ἔνδον χεσεῖ.
Νεανίας
  1. δέδοικα κἀγὼ μὴ πλέον γʼ ἢ βούλομαι.
  2. ἀλλʼ ἐγγυητάς σοι καταστήσω δύο
  3. ἀξιόχρεως.
Γραῦς Β
  1. μή μοι καθίστη.
Γραῦς Γ
  1. ποῖ σὺ ποῖ
  2. χωρεῖς μετὰ ταύτης;