Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. νὴ τὸν Δίʼ ἤνπερ ᾖ γέ που τῶν κηρίνων·
  2. οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί σʼ αὐτίκα.
Νεᾶνις
  1. ποῖ τοῦτον ἕλκεις;
Γραῦς Α
  1. τὸν ἐμὸν αὐτῆς εἰσάγω.
Νεᾶνις
  1. οὐ σωφρονοῦσά γʼ· οὐ γὰρ ἡλικίαν ἔχει
  2. παρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν, ἐπεὶ
  3. μήτηρ ἂν αὐτῷ μᾶλλον εἴης ἢ γυνή.
  4. ὥστʼ εἰ καταστήσεσθε τοῦτον τὸν νόμον,
  5. τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε.
Γραῦς Α
  1. ὦ παμβδελυρὰ φθονοῦσα τόνδε τὸν λόγον
  2. ἐξηῦρες· ἀλλʼ ἐγώ σε τιμωρήσομαι.
Νεανίας
  1. νὴ τὸν Δία τὸν σωτῆρα κεχάρισαί γέ μοι
  2. ὦ γλυκύτατον τὴν γραῦν ἀπαλλάξασά μου·
  3. ὥστʼ ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέραν
  4. μεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν.
Γραῦς Β
  1. αὕτη σὺ ποῖ τονδὶ παραβᾶσα τὸν νόμον
  2. ἕλκεις, παρʼ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων
  3. πρότερον καθεύδειν αὐτόν;
Νεανίας
  1. οἴμοι δείλαιος.
  2. πόθεν ἐξέκυψας ὦ κάκιστʼ ἀπολουμένη;