Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- οὐκ ἔγωγʼ, ἀλλʼ ἕλκομαι.
- ἀτὰρ ἥτις εἶ γε, πόλλʼ ἀγαθὰ γένοιτό σοι,
- ὅτι μʼ οὐπεριεῖδες ἐπιτριβέντʼ. ὦ Ἡράκλεις
- ὦ Πᾶνες ὦ Κορύβαντες ὦ Διοσκόρω,
- τοῦτʼ αὖ πολὺ τούτου τὸ κακὸν ἐξωλέστερον.
- ἀτὰρ τί τὸ πρᾶγμʼ ἔστʼ ἀντιβολῶ τουτί ποτε;
- πότερον πίθηκος ἀνάπλεως ψιμυθίου,
- ἢ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων;
- μὴ σκῶπτέ μʼ ἀλλὰ δεῦρʼ ἕπου.
- δευρὶ μὲν οὖν.
- ὡς οὐκ ἀφήσω σʼ οὐδέποτʼ.
- οὐδὲ μὴν ἐγώ.
- διασπάσεσθέ μʼ ὦ κακῶς ἀπολούμεναι.
- ἐμοὶ γὰρ ἀκολουθεῖν σʼ ἔδει κατὰ τὸν νόμον.
- οὐκ ἢν ἑτέρα γε γραῦς ἔτʼ αἰσχίων φανῇ.
- ἢν οὖν ὑφʼ ὑμῶν πρῶτον ἀπόλωμαι κακῶς,
- φέρε πῶς ἐπʼ ἐκείνην τὴν καλὴν ἀφίξομαι;
- αὐτὸς σκόπει σύ· τάδε δέ σοι ποιητέον.
- ποτέρας προτέρας οὖν κατελάσας ἀπαλλαγῶ;
- οὐκ οἶσθα; βαδιεῖ δεῦρʼ.