Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἕλκειν ἀνατεὶ λαβομένας τοῦ παττάλου.
- οἴμοι Προκρούστης τήμερον γενήσομαι.
- τοῖς γὰρ νόμοις τοῖς ἡμετέροισι πειστέον.
- τί δʼ ἢν ἀφαιρῆταί μʼ ἀνὴρ τῶν δημοτῶν
- ἢ τῶν φίλων ἐλθών τις;
- ἀλλʼ οὐ κύριος
- ὑπὲρ μέδιμνόν ἐστʼ ἀνὴρ οὐδεὶς ἔτι.
- ἐξωμοσία δʼ οὐκ ἔστιν;
- οὐ γὰρ δεῖ στροφῆς.
- ἀλλʼ ἔμπορος εἶναι σκήψομαι.
- κλάων γε σύ.
- τί δῆτα χρὴ δρᾶν;
- δεῦρʼ ἀκολουθεῖν ὡς ἐμέ.
- καὶ ταῦτʼ ἀνάγκη μοὐστί;
- Διομήδειά γε.
- ὑποστόρεσαί νυν πρῶτα τῆς ὀριγάνου
- καὶ κλήμαθʼ ὑπόθου συγκλάσασα τέτταρα,
- καὶ ταινίωσαι καὶ παράθου τὰς ληκύθους,
- ὕδατός τε κατάθου τοὔστρακον πρὸ τῆς θύρας.
- ἦ μὴν ἔτʼ ὠνήσει σὺ καὶ στεφάνην ἐμοί.