Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὑποστόρεσαί νυν πρῶτα τῆς ὀριγάνου
  2. καὶ κλήμαθʼ ὑπόθου συγκλάσασα τέτταρα,
  3. καὶ ταινίωσαι καὶ παράθου τὰς ληκύθους,
  4. ὕδατός τε κατάθου τοὔστρακον πρὸ τῆς θύρας.
Γραῦς Α
  1. ἦ μὴν ἔτʼ ὠνήσει σὺ καὶ στεφάνην ἐμοί.
Νεανίας
  1. νὴ τὸν Δίʼ ἤνπερ ᾖ γέ που τῶν κηρίνων·
  2. οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί σʼ αὐτίκα.
Νεᾶνις
  1. ποῖ τοῦτον ἕλκεις;
Γραῦς Α
  1. τὸν ἐμὸν αὐτῆς εἰσάγω.
Νεᾶνις
  1. οὐ σωφρονοῦσά γʼ· οὐ γὰρ ἡλικίαν ἔχει
  2. παρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν, ἐπεὶ