Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἢ τῶν φίλων ἐλθών τις;
Γραῦς Α
  1. ἀλλʼ οὐ κύριος
  2. ὑπὲρ μέδιμνόν ἐστʼ ἀνὴρ οὐδεὶς ἔτι.
Νεανίας
  1. ἐξωμοσία δʼ οὐκ ἔστιν;
Γραῦς Α
  1. οὐ γὰρ δεῖ στροφῆς.
Νεανίας
  1. ἀλλʼ ἔμπορος εἶναι σκήψομαι.
Γραῦς Α
  1. κλάων γε σύ.
Νεανίας
  1. τί δῆτα χρὴ δρᾶν;
Γραῦς Α
  1. δεῦρʼ ἀκολουθεῖν ὡς ἐμέ.
Νεανίας
  1. καὶ ταῦτʼ ἀνάγκη μοὐστί;
Γραῦς Α
  1. Διομήδειά γε.