Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- μήτηρ ἂν αὐτῷ μᾶλλον εἴης ἢ γυνή.
- ὥστʼ εἰ καταστήσεσθε τοῦτον τὸν νόμον,
- τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε.
- ὦ παμβδελυρὰ φθονοῦσα τόνδε τὸν λόγον
- ἐξηῦρες· ἀλλʼ ἐγώ σε τιμωρήσομαι.
- νὴ τὸν Δία τὸν σωτῆρα κεχάρισαί γέ μοι
- ὦ γλυκύτατον τὴν γραῦν ἀπαλλάξασά μου·
- ὥστʼ ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέραν
- μεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν.
- αὕτη σὺ ποῖ τονδὶ παραβᾶσα τὸν νόμον
- ἕλκεις, παρʼ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων