Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὅτι ἡ ποίησις οὐχὶ συντέθνηκέ μοι,
- τούτῳ δὲ συντέθνηκεν, ὥσθʼ ἕξει λέγειν.
- ὅμως δʼ ἐπειδή σοι δοκεῖ, δρᾶν ταῦτα χρή.
- ἴθι νυν λιβανωτὸν δεῦρό τις καὶ πῦρ δότω.
- ὅπως ἂν εὔξωμαι πρὸ τῶν σοφισμάτων
- ἀγῶνα κρῖναι τόνδε μουσικώτατα·
- ὑμεῖς δὲ ταῖς Μούσαις τι μέλος ὑπᾴσατε.
- ὦ Διὸς ἐννέα παρθένοι ἁγναὶ
- Μοῦσαι, λεπτολόγους ξυνετὰς φρένας αἳ καθορᾶτε
- ἀνδρῶν γνωμοτύπων, ὅταν εἰς ἔριν ὀξυμερίμνοις
- ἔλθωσι στρεβλοῖσι παλαίσμασιν ἀντιλογοῦντες,
- ἔλθετʼ ἐποψόμεναι δύναμιν
- δεινοτάτοιν στομάτοιν πορίσασθαι
- ῥήματα καὶ παραπρίσματʼ ἐπῶν.
- νῦν γὰρ ἀγὼν σοφίας ὁ μέγας χωρεῖ πρὸς ἔργον ἤδη.
- εὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν.
- Δήμητερ ἡ θρέψασα τὴν ἐμὴν φρένα,
- εἶναί με τῶν σῶν ἄξιον μυστηρίων.
- ἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν.
- καλῶς·
- ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς.