Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τυφὼς γὰρ ἐκβαίνειν παρασκευάζεται.
- ὦ Κρητικὰς μὲν συλλέγων μονῳδίας,
- γάμους δʼ ἀνοσίους ἐσφέρων ἐς τὴν τέχνην.
- ἐπίσχες οὗτος ὦ πολυτίμητʼ Αἰσχύλε.
- ἀπὸ τῶν χαλαζῶν δʼ ὦ πόνηρʼ Εὐριπίδη
- ἄναγε σεαυτὸν ἐκποδών, εἰ σωφρονεῖς,
- ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματι
- θενὼν ὑπʼ ὀργῆς ἐκχέῃ τὸν Τήλεφον·
- σὺ δὲ μὴ πρὸς ὀργὴν Αἰσχύλʼ ἀλλὰ πρᾳόνως
- ἔλεγχʼ ἐλέγχου· λοιδορεῖσθαι δʼ οὐ πρέπει
- ἄνδρας ποιητὰς ὥσπερ ἀρτοπώλιδας.
- σὺ δʼ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς.
- ἕτοιμός εἰμʼ ἔγωγε, κοὐκ ἀναδύομαι,
- δάκνειν δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ,
- τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆς τραγῳδίας,
- καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολον
- καὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον.
- τί δαὶ σὺ βουλεύει ποιεῖν; λέγʼ Αἰσχύλε.
- ἐβουλόμην μὲν οὐκ ἐρίζειν ἐνθάδε·
- οὐκ ἐξ ἴσου γάρ ἐστιν ἁγὼν νῷν.
- τί δαί;