Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἴδιοί τινές σοι, κόμμα καινόν;
- καὶ μάλα.
- ἴθι δὴ προσεύχου τοῖσιν ἰδιώταις θεοῖς.
- αἰθὴρ ἐμὸν βόσκημα καὶ γλώσσης στρόφιγξ
- καὶ ξύνεσι καὶ μυκτῆρες ὀσφραντήριοι,
- ὀρθῶς μʼ ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων.
- καὶ μὴν ἡμεῖς ἐπιθυμοῦμεν
- παρὰ σοφοῖν ἀνδροῖν ἀκοῦσαι
- τίνα λόγων ἐμμέλειαν
- ἔπιτε δαΐαν ὁδόν.
- γλῶσσα μὲν γὰρ ἠγρίωται,
- λῆμα δʼ οὐκ ἄτολμον ἀμφοῖν,
- οὐδʼ ἀκίνητοι φρένες.
- προσδοκᾶν οὖν εἰκός ἐστι
- τὸν μὲν ἀστεῖόν τι λέξειν
- καὶ κατερρινημένον,
- τὸν δʼ ἀνασπῶντʼ αὐτοπρέμνοις
- τοῖς λόγοισιν
- ἐμπεσόντα συσκεδᾶν πολλὰς
- ἀλινδήθρας ἐπῶν.
- ἀλλʼ ὡς τάχιστα χρὴ λέγειν· οὕτω δʼ ὅπως ἐρεῖτον