Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- κἂν εἴ με τύπτοις, οὐκ ἂν ἀντείποιμί σοι.
- ἀλλʼ ἤν σε τοῦ λοιποῦ ποτʼ ἀφέλωμαι χρόνου,
- πρόρριζος αὐτός, ἡ γυνή, τὰ παιδία,
- κάκιστʼ ἀπολοίμην, κἀρχέδημος ὁ γλάμων.
- δέχομαι τὸν ὅρκον κἀπὶ τούτοις λαμβάνω.
- νῦν σὸν ἔργον ἔστʼ, ἐπειδὴ
- τὴν στολὴν εἴληφας ἥνπερ
- εἶχες ἐξ ἀρχῆς πάλιν,
- ἀνανεάζειν ---
- καὶ βλέπειν αὖθις τὸ δεινόν,
- τοῦ θεοῦ μεμνημένον
- ᾧπερ εἰκάζεις σεαυτόν.
- εἰ δὲ παραληρῶν ἁλώσει
- κἀκβαλεῖς τι μαλθακόν,
- αὖθις αἴρεσθαί σʼ ἀνάγκη
- ʼσται πάλιν τὰ στρώματα.
- οὐ κακῶς ὦνδρες παραινεῖτʼ,
- ἀλλὰ καὐτὸς τυγχάνω ταῦτʼ
- ἄρτι συννοούμενος.
- ὅτι μὲν οὖν, ἢν χρηστὸν ᾖ τι,