Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ταῦτʼ ἀφαιρεῖσθαι πάλιν πειράσεταί
- μʼ εὖ οἶδʼ ὅτι.
- ἀλλʼ ὅμως ἐγὼ παρέξω
- ʼμʼαυτὸν ἀνδρεῖον τὸ λῆμα
- καὶ βλέποντʼ ὀρίγανον.
- δεῖν δʼ ἔοικεν, ὡς ἀκούω
- τῆς θύρας καὶ δὴ ψόφον.
- ξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον,
- ἵνα δῷ δίκην· ἀνύετον.
- ἥκει τῳ κακόν.
- οὐκ ἐς κόρακας; μὴ πρόσιτον.
- εἶεν, καὶ μάχει;
- ὁ Διτύλας χὠ Σκεβλύας χὠ Παρδόκας
- χωρεῖτε δευρὶ καὶ μάχεσθε τουτῳί.
- εἶτʼ οὐχὶ δεινὰ ταῦτα, τύπτειν τουτονὶ
- κλέπτοντα πρὸς τἀλλότρια;
- μἀλλʼ ὑπερφυᾶ.
- σχέτλια μὲν οὖν καὶ δεινά.
- καὶ μὴν νὴ Δία
- εἰ πώποτʼ ἦλθον δεῦρʼ, ἐθέλω τεθνηκέναι,