Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀλλʼ ἐχρῆν τι δρᾶν.
- ἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι.
- σὺ δʼ ἔμοιγʼ ἐάνπερ ἐπιτύχῃς Ὑπέρβολον,
- ἵνʼ αὐτὸν ἐπιτρίψωμεν.
- ὦ μιαρὰ φάρυξ,
- ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίους
- κόπτοιμʼ ἄν, οἷς μου κατέφαγες τὰ φορτία.
- ἐγὼ δέ γʼ ἐς τὸ βάραθρον ἐμβάλοιμί σε.
- ἐγὼ δὲ τὸν λάρυγγʼ ἂν ἐκτέμοιμί σου
- δρέπανον λαβοῦσʼ, ᾧ τὰς χόλικας κατέσπασας.
- ἀλλʼ εἶμʼ ἐπὶ τὸν Κλέωνʼ, ὃς αὐτοῦ τήμερον
- ἐκπηνιεῖται ταῦτα προσκαλούμενος.
- κάκιστʼ ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ.
- οἶδʼ οἶδα τὸν νοῦν· παῦε παῦε τοῦ λόγου.
- οὐκ ἂν γενοίμην Ἡρακλῆς ἄν.
- μηδαμῶς
- ὦ Ξανθίδιον.
- καὶ πῶς ἂν Ἀλκμήνης ἐγὼ
- υἱὸς γενοίμην δοῦλος ἅμα καὶ θνητὸς ὤν;
- οἶδʼ οἶδʼ ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς·