Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἐγὼ δʼ ἔσομαί σοι σκευοφόρος ἐν τῷ μέρει.
- φέρε δὴ ταχέως αὔτʼ· οὐ γὰρ ἀλλὰ πειστέον·
- καὶ βλέψον ἐς τὸν Ἡρακλειοξανθίαν,
- εἰ δειλὸς ἔσομαι καὶ κατὰ σὲ τὸ λῆμʼ ἔχων.
- μὰ Δίʼ ἀλλʼ ἀληθῶς οὑκ Μελίτης μαστιγίας.
- φέρε νυν ἐγὼ τὰ στρώματʼ αἴρωμαι ταδί.
- ὦ φίλταθʼ ἥκεις Ἡράκλεις; δεῦρʼ εἴσιθι.
- ἡ γὰρ θεός σʼ ὡς ἐπύθεθʼ ἥκοντʼ, εὐθέως
- ἔπεττεν ἄρτους, ἧψε κατερεικτῶν χύτρας
- ἔτνους δύʼ ἢ τρεῖς, βοῦν ἀπηνθράκιζʼ ὅλον,
- πλακοῦντας ὤπτα κολλάβους. ἀλλʼ εἴσιθι.
- κάλλιστʼ, ἐπαινῶ.
- μὰ τὸν Ἀπόλλω οὐ μή σʼ ἐγὼ
- περιόψομἀπελθόντʼ, ἐπεί τοι καὶ κρέα
- ἀνέβραττεν ὀρνίθεια, καὶ τραγήματα
- ἔφρυγε, κᾦνον ἀνεκεράννυ γλυκύτατον.
- ἀλλʼ εἴσιθʼ ἅμʼ ἐμοί.
- πάνυ καλῶς.
- ληρεῖς ἔχων
- οὐ γάρ σʼ ἀφήσω. καὶ γὰρ αὐλητρίς γέ σοι
- ἥδʼ ἔνδον ἔσθʼ ὡραιοτάτη κὠρχηστρίδες