Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἕτεραι δύʼ ἢ τρεῖς.
Ξανθίας
  1. πῶς λέγεις; ὀρχηστρίδες;
Θεράπαινα
  1. ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι.
  2. ἀλλʼ εἴσιθʼ, ὡς ὁ μάγειρος ἤδη τὰ τεμάχη
  3. ἔμελλʼ ἀφαιρεῖν χἠ τράπεζʼ εἰσῄρετο.
Ξανθίας
  1. ἴθι νυν φράσον πρώτιστα ταῖς ὀρχηστρίσιν
  2. ταῖς ἔνδον οὔσαις αὐτὸς ὅτι εἰσέρχομαι.
  3. ὁ παῖς ἀκολούθει δεῦρο τὰ σκεύη φέρων.
Διόνυσος
  1. ἐπίσχες οὗτος. οὔ τί που σπουδὴν ποιεῖ,
  2. ὁτιή σε παίζων Ἡρακλέα ʼνεσκεύασα;
  3. οὐ μὴ φλυαρήσεις ἔχων ὦ Ξανθία,
  4. ἀλλʼ ἀράμενος οἴσεις πάλιν τὰ στρώματα.
Ξανθίας
  1. τί δʼ ἔστιν; οὔ τι πού μʼ ἀφελέσθαι διανοεῖ
  2. ἅδωκας αὐτός;
Διόνυσος
  1. οὐ τάχʼ, ἀλλʼ ἤδη ποιῶ.
  2. κατάθου τὸ δέρμα.
Ξανθίας
  1. ταῦτʼ ἐγὼ μαρτύρομαι
  2. καὶ τοῖς θεοῖσιν ἐπιτρέπω.
Διόνυσος
  1. ποίοις θεοῖς;
  2. τὸ δὲ προσδοκῆσαί σʼ οὐκ ἀνόητον καὶ κενὸν
  3. ὡς δοῦλος ὢν καὶ θνητὸς Ἀλκμήνης ἔσει;