Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἰδοὺ λαβέ, προσθοῦ.
- ποῦ ʼστιν;
- ὦ χρυσοῖ θεοὶ
- ἐνταῦθʼ ἔχεις τὴν καρδίαν;
- δείσασα γὰρ
- ἐς τὴν κάτω μου κοιλίαν καθείρπυσεν.
- ὦ δειλότατε θεῶν σὺ κἀνθρώπων.
- ἐγώ;
- πῶς δειλὸς ὅστις σφογγιὰν ᾔτησά σε;
- οὐκ ἂν ἕτερός γʼ αὔτʼ ἠργάσατʼ ἀνήρ.
- ἀλλὰ τί;
- κατέκειτʼ ἂν ὀσφραινόμενος, εἴπερ δειλὸς ἦν·
- ἐγὼ δʼ ἀνέστην καὶ προσέτʼ ἀπεψησάμην.
- ἀνδρεῖά γʼ ὦ Πόσειδον.
- οἶμαι νὴ Δία.
- σὺ δʼ οὐκ ἔδεισας τὸν ψόφον τῶν ῥημάτων
- καὶ τὰς ἀπειλάς;
- οὐ μὰ Δίʼ οὐδʼ ἐφρόντισα.
- ἴθι νυν ἐπειδὴ ληματίας κἀνδρεῖος εἶ,
- σὺ μὲν γενοῦ ʼγὼ τὸ ῥόπαλον τουτὶ λαβὼν
- καὶ τὴν λεοντῆν, εἴπερ ἀφοβόσπλαγχνος εἶ·