Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὡς σφόδρα μʼ ἔδεισε.
- νὴ Δία μὴ μαίνοιό γε.
- οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν·
- καίτοι δάκνω γʼ ἐμαυτόν· ἀλλʼ ὅμως γελῶ.
- ὦ δαιμόνιε πρόσελθε· δέομαι γάρ τί σου.
- ἀλλʼ οὐχ οἷός τʼ εἴμʼ ἀποσοβῆσαι τὸν γέλων
- ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην.
- τίς ὁ νοῦς; τί κόθορνος καὶ ῥόπαλον ξυνηλθέτην;
- ποῖ γῆς ἀπεδήμεις;
- ἐπεβάτευον Κλεισθένει—
- κἀναυμάχησας;
- καὶ κατεδύσαμέν γε ναῦς
- τῶν πολεμίων ἢ δώδεκʼ ἢ τρεῖς καὶ δέκα.
- σφώ;
- νὴ τὸν Ἀπόλλω.
- κᾆτʼ ἔγωγʼ ἐξηγρόμην.
- καὶ δῆτʼ ἐπὶ τῆς νεὼς ἀναγιγνώσκοντί μοι
- τὴν Ἀνδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθος
- τὴν καρδίαν ἐπάταξε πῶς οἴει σφόδρα.
- πόθος; πόσος τις;
- μικρὸς ἡλίκος Μόλων.
- γυναικός;
- οὐ δῆτʼ.
- ἀλλὰ παιδός;
- οὐδαμῶς.
- ἀλλʼ ἀνδρός;
- ἀπαπαί.
- ξυνεγένου τῷ Κλεισθένει;
- μὴ σκῶπτέ μʼ ὦδέλφʼ· οὐ γὰρ ἀλλʼ ἔχω κακῶς·
- τοιοῦτος ἵμερός με διαλυμαίνεται.
- ποῖός τις ὦδελφίδιον;
- οὐκ ἔχω φράσαι.
- ὅμως γε μέντοι σοι διʼ αἰνιγμῶν ἐρῶ.
- ἤδη ποτʼ ἐπεθύμησας ἐξαίφνης ἔτνους;
- ἔτνους; βαβαιάξ, μυριάκις γʼ ἐν τῷ βίῳ.
- ἆρʼ ἐκδιδάσκω τὸ σαφὲς ἢ ʼτέρᾳ φράσω;
- μὴ δῆτα περὶ ἔτνους γε· πάνυ γὰρ μανθάνω.
- τοιουτοσὶ τοίνυν με δαρδάπτει πόθος
- Εὐριπίδου.
- καὶ ταῦτα τοῦ τεθνηκότος;
- κοὐδείς γέ μʼ ἂν πείσειεν ἀνθρώπων τὸ μὴ οὐκ
- ἐλθεῖν ἐπʼ ἐκεῖνον.
- πότερον εἰς Ἅιδου κάτω;