Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καὶ νὴ Δίʼ εἴ τί γʼ ἔστιν ἔτι κατωτέρω.
Ἡρακλῆς
  1. τί βουλόμενος;
Διόνυσος
  1. δέομαι ποιητοῦ δεξιοῦ.
  2. οἱ μὲν γὰρ οὐκέτʼ εἰσίν, οἱ δʼ ὄντες κακοί.
Ἡρακλῆς
  1. τί δʼ; οὐκ Ἰοφῶν ζῇ;
Διόνυσος
  1. τοῦτο γάρ τοι καὶ μόνον
  2. ἔτʼ ἐστὶ λοιπὸν ἀγαθόν, εἰ καὶ τοῦτʼ ἄρα·
  3. οὐ γὰρ σάφʼ οἶδʼ οὐδʼ αὐτὸ τοῦθʼ ὅπως ἔχει.
Ἡρακλῆς
  1. εἶτʼ οὐχὶ Σοφοκλέα πρότερον Εὐριπίδου
  2. μέλλεις ἀναγαγεῖν, εἴπερ ἐκεῖθεν δεῖ σʼ ἄγειν;
Διόνυσος
  1. οὐ πρίν γʼ ἂν Ἰοφῶντʼ, ἀπολαβὼν αὐτὸν μόνον,
  2. ἄνευ Σοφοκλέους ὅ τι ποιεῖ κωδωνίσω.
  3. κἄλλως ὁ μέν γʼ Εὐριπίδης πανοῦργος ὢν
  4. κἂν ξυναποδρᾶναι δεῦρʼ ἐπιχειρήσειέ μοι·
  5. ὁ δʼ εὔκολος μὲν ἐνθάδʼ εὔκολος δʼ ἐκεῖ.
Ἡρακλῆς
  1. Ἀγάθων δὲ ποῦ ʼστιν;
Διόνυσος
  1. ἀπολιπών μʼ ἀποίχεται,
  2. ἀγαθὸς ποιητὴς καὶ ποθεινὸς τοῖς φίλοις.
Ἡρακλῆς
  1. ποῖ γῆς ὁ τλήμων;
Διόνυσος
  1. ἐς Μακάρων εὐωχίαν.
Ἡρακλῆς
  1. ὁ δὲ Σενοκλέης;
Διόνυσος
  1. ἐξόλοιτο νὴ Δία.
Ἡρακλῆς
  1. Πυθάγγελος δέ;
Ξανθίας
  1. περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος
  2. ἐπιτριβομένου τὸν ὦμον οὑτωσὶ σφόδρα.
Ἡρακλῆς
  1. οὔκουν ἕτερʼ ἔστʼ ἐνταῦθα μειρακύλλια
  2. τραγῳδίας ποιοῦντα πλεῖν ἢ μύρια,
  3. Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα.
Διόνυσος
  1. ἐπιφυλλίδες ταῦτʼ ἐστὶ καὶ στωμύλματα,
  2. χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης,
  3. ἃ φροῦδα θᾶττον, ἢν μόνον χορὸν λάβῃ,
  4. ἅπαξ προσουρήσαντα τῇ τραγῳδίᾳ.
  5. γόνιμον δὲ ποιητὴν ἂν οὐχ εὕροις ἔτι
  6. ζητῶν ἄν, ὅστις ῥῆμα γενναῖον λάκοι.
Ἡρακλῆς
  1. πῶς γόνιμον;
Διόνυσος
  1. ὡδὶ γόνιμον, ὅστις φθέγξεται
  2. τοιουτονί τι παρακεκινδυνευμένον,
  3. αἰθέρα Διὸς δωμάτιον, ἢ χρόνου πόδα,
  4. ἢ φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθʼ ἱερῶν,
  5. γλῶτταν δʼ ἐπιορκήσασαν ἰδίᾳ τῆς φρενός.
Ἡρακλῆς
  1. σὲ δὲ ταῦτʼ ἀρέσκει;
Διόνυσος
  1. μἀλλὰ πλεῖν ἢ μαίνομαι.
Ἡρακλῆς
  1. ἦ μὴν κόβαλά γʼ ἐστίν, ὡς καὶ σοὶ δοκεῖ.