Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. πλήν γʼ ὡς θλίβομαι.
Ξανθίας
  1. τί δαί; τὸ πάνυ γέλοιον εἴπω;
Διόνυσος
  1. νὴ Δία
  2. θαρρῶν γε· μόνον ἐκεῖνʼ ὅπως μὴ ʼρεῖς,
Ξανθίας
  1. τὸ τί;
Διόνυσος
  1. μεταβαλλόμενος τἀνάφορον ὅτι χεζητιᾷς.
Ξανθίας
  1. μηδʼ ὅτι τοσοῦτον ἄχθος ἐπʼ ἐμαυτῷ φέρων,
  2. εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι;
Διόνυσος
  1. μὴ δῆθʼ, ἱκετεύω, πλήν γʼ ὅταν μέλλω ʼξεμεῖν.
Ξανθίας
  1. τί δῆτʼ ἔδει με ταῦτα τὰ σκεύη φέρειν,
  2. εἴπερ ποιήσω μηδὲν ὧνπερ Φρύνιχος
  3. εἴωθε ποιεῖν καὶ Λύκις κἀμειψίας;
Διόνυσος
  1. μή νυν ποιήσῃς· ὡς ἐγὼ θεώμενος,
  2. ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω,
  3. πλεῖν ἢ ʼνιαυτῷ πρεσβύτερος ἀπέρχομαι.
Ξανθίας
  1. ὢ τρισκακοδαίμων ἄρʼ ὁ τράχηλος οὑτοσί,
  2. ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ.
Διόνυσος
  1. εἶτʼ οὐχ ὕβρις ταῦτʼ ἐστὶ καὶ πολλὴ τρυφή,
  2. ὅτʼ ἐγὼ μὲν ὢν Διόνυσος υἱὸς Σταμνίου
  3. αὐτὸς βαδίζω καὶ πονῶ, τοῦτον δʼ ὀχῶ,
  4. ἵνα μὴ ταλαιπωροῖτο μηδʼ ἄχθος φέροι;
Ξανθίας
  1. οὐ γὰρ φέρω ʼγώ;
Διόνυσος
  1. πῶς φέρεις γὰρ ὅς γʼ ὀχεῖ;
Ξανθίας
  1. φέρων γε ταυτί.
Διόνυσος
  1. τίνα τρόπον;
Ξανθίας
  1. Βαρέως πάνυ.
Διόνυσος
  1. οὔκουν τὸ Βάρος τοῦθʼ ὃ σὺ φέρεις ὄνος φέρει;
Ξανθίας
  1. οὐ δῆθʼ ὅ γʼ ἔχω ʼγὼ καὶ φέρω μὰ τὸν Δίʼ οὔ.
Διόνυσος
  1. πῶς γὰρ φέρεις, ὅς γʼ αὐτὸς ὑφʼ ἑτέρου φέρει;
Ξανθίας
  1. οὐκ οἶδʼ· ὁ δʼ ὦμος οὑτοσὶ πιέζεται.
Διόνυσος
  1. σὺ δʼ οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄς σʼ ὠφελεῖν,
  2. ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε.
Ξανθίας
  1. οἴμοι κακοδαίμων· τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν;
  2. ἦ τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά.
Διόνυσος
  1. κατάβα πανοῦργε. καὶ γὰρ ἐγγὺς τῆς θύρας
  2. ἤδη βαδίζων εἰμὶ τῆσδʼ, οἷ πρῶτά με
  3. ἔδει τραπέσθαι. παιδίον, παῖ, ἠμί, παῖ.
Ἡρακλῆς
  1. τίς τὴν θύραν ἐπάταξεν; ὡς κενταυρικῶς
  2. ἐνήλαθʼ ὅστις· εἰπέ μοι τουτὶ τί ἦν;
Διόνυσος
  1. ὁ παῖς.
Ξανθίας
  1. τί ἔστιν;
Διόνυσος
  1. οὐκ ἐνεθυμήθης;
Ξανθίας
  1. τὸ τί;