Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἔσβαινε δή.
- παῖ δεῦρο.
- δοῦλον οὐκ ἄγω,
- εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν.
- μὰ τὸν Δίʼ οὐ γὰρ ἀλλʼ ἔτυχον ὀφθαλμιῶν.
- οὔκουν περιθρέξει δῆτα τὴν λίμνην κύκλῳ;
- ποῦ δῆτʼ ἀναμενῶ;
- παρὰ τὸν Αὑαίνου λίθον
- ἐπὶ ταῖς ἀναπαύλαις.
- μανθάνεις;
- πάνυ μανθάνω.
- οἴμοι κακοδαίμων, τῷ ξυνέτυχον ἐξιών;
- κάθιζʼ ἐπὶ κώπην. εἴ τις ἔτι πλεῖ, σπευδέτω.
- οὗτος τί ποιεῖς;
- ὅ τι ποιῶ; τί δʼ ἄλλο γʼ ἢ
- ἵζω ʼπὶ κώπην, οὗπερ ἐκέλευές με σύ;
- οὔκουν καθεδεῖ δῆτʼ ἐνθαδὶ γάστρων;
- ἰδού.
- οὔκουν προβαλεῖ τὼ χεῖρε κἀκτενεῖς;
- ἰδού.
- οὐ μὴ φλυαρήσεις ἔχων ἀλλʼ ἀντιβὰς