Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἐλᾷς προθύμως;
- κᾆτα πῶς δυνήσομαι
- ἄπειρος ἀθαλάττωτος ἀσαλαμίνιος
- ὢν εἶτʼ ἐλαύνειν;
- ῥᾷστʼ· ἀκούσει γὰρ μέλη
- κάλλιστʼ, ἐπειδὰν ἐμβάλῃς ἅπαξ,
- τίνων;
- βατράχων κύκνων θαυμαστά.
- κατακέλευε δή.
- ὦ ὀπὸπ ὦ ὀπόπ.
- βρεκεκεκὲξ κοὰξ κοάξ,
- βρεκεκεκὲξ κοὰξ κοάξ.
- λιμναῖα κρηνῶν τέκνα,
- ξύναυλον ὕμνων βοὰν
- φθεγξώμεθʼ, εὔγηρυν ἐμὰν ἀοιδάν,
- κοὰξ κοάξ,
- ἣν ἀμφὶ Νυσήιον
- Διὸς Διόνυσον ἐν
- Λίμναισιν ἰαχήσαμεν,
- ἡνίχʼ ὁ κραιπαλόκωμος
- τοῖς ἱεροῖσι Χύτροισι