Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. εἰ μὴ καταθήσεις δύο δραχμάς, μὴ διαλέγου.
Διόνυσος
  1. λάβʼ ἐννέʼ ὀβολούς.
Νέκρος
  1. ἀναβιοίην νυν πάλιν.
Ξανθίας
  1. ὡς σεμνὸς ὁ κατάρατος· οὐκ οἰμώξεται;
  2. ἐγὼ βαδιοῦμαι.
Διόνυσος
  1. χρηστὸς εἶ καὶ γεννάδας.
  2. χωρῶμεν ἐπὶ τὸ πλοῖον.
Χάρων
  1. ὠὸπ παραβαλοῦ.
Ξανθίας
  1. τουτὶ τί ἔστι;
Διόνυσος
  1. τοῦτο; λίμνη νὴ Δία
  2. αὕτη ʼστὶν ἣν ἔφραζε, καὶ πλοῖόν γʼ ὁρῶ.
Ξανθίας
  1. νὴ τὸν Ποσειδῶ κἄστι γʼ ὁ Χάρων οὑτοσί.
Διόνυσος
  1. χαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων.
Χάρων
  1. τίς εἰς ἀναπαύλας ἐκ κακῶν καὶ πραγμάτων;
  2. τίς ἐς τὸ Λήθης πεδίον, ἢ σʼ Ὄνου πόκας,
  3. ἢ σʼ Κερβερίους, ἢ σʼ κόρακας, ἢ ʼπὶ Ταίναρον;
Διόνυσος
  1. ἐγώ.
Χάρων
  1. ταχέως ἔμβαινε.
Διόνυσος
  1. ποῖ σχήσειν δοκεῖς;
  2. ἐς κόρακας ὄντως;
Χάρων
  1. ναὶ μὰ Δία σοῦ γʼ οὕνεκα.