Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- πλεῖν ἢ ʼνιαυτῷ πρεσβύτερος ἀπέρχομαι.
- ὢ τρισκακοδαίμων ἄρʼ ὁ τράχηλος οὑτοσί,
- ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ.
- εἶτʼ οὐχ ὕβρις ταῦτʼ ἐστὶ καὶ πολλὴ τρυφή,
- ὅτʼ ἐγὼ μὲν ὢν Διόνυσος υἱὸς Σταμνίου
- αὐτὸς βαδίζω καὶ πονῶ, τοῦτον δʼ ὀχῶ,
- ἵνα μὴ ταλαιπωροῖτο μηδʼ ἄχθος φέροι;
- οὐ γὰρ φέρω ʼγώ;
- πῶς φέρεις γὰρ ὅς γʼ ὀχεῖ;
- φέρων γε ταυτί.
- τίνα τρόπον;
- Βαρέως πάνυ.
- οὔκουν τὸ Βάρος τοῦθʼ ὃ σὺ φέρεις ὄνος φέρει;
- οὐ δῆθʼ ὅ γʼ ἔχω ʼγὼ καὶ φέρω μὰ τὸν Δίʼ οὔ.
- πῶς γὰρ φέρεις, ὅς γʼ αὐτὸς ὑφʼ ἑτέρου φέρει;
- οὐκ οἶδʼ· ὁ δʼ ὦμος οὑτοσὶ πιέζεται.
- σὺ δʼ οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄς σʼ ὠφελεῖν,
- ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε.
- οἴμοι κακοδαίμων· τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν;
- ἦ τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά.
- κατάβα πανοῦργε. καὶ γὰρ ἐγγὺς τῆς θύρας