Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- [*](Τὰ Τοῦ Δράματος ΠρόσωπαΞανθίαςΔιόνυσοςἩρακλῆςΝέκροςΧάρωνΒάτραχοιΧορόςἌιακοςΘεράπαιναΠανδοκευτρίαΠλαθάνηΕὐριπίδηςΑἰσχύλοςΠλούτων)
- Εἴπω τι τῶν εἰωθότων ὦ δέσποτα,
- ἐφʼ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι;
- νὴ τὸν Δίʼ ὅ τι Βούλει γε, πλὴν πιέζομαι,
- τοῦτο δὲ φύλαξαι· πάνυ γάρ ἐστʼ ἤδη χολή.
- μηδʼ ἕτερον ἀστεῖόν τι;
- πλήν γʼ ὡς θλίβομαι.
- τί δαί; τὸ πάνυ γέλοιον εἴπω;
- νὴ Δία
- θαρρῶν γε· μόνον ἐκεῖνʼ ὅπως μὴ ʼρεῖς,
- τὸ τί;
- μεταβαλλόμενος τἀνάφορον ὅτι χεζητιᾷς.
- μηδʼ ὅτι τοσοῦτον ἄχθος ἐπʼ ἐμαυτῷ φέρων,
- εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι;
- μὴ δῆθʼ, ἱκετεύω, πλήν γʼ ὅταν μέλλω ʼξεμεῖν.
- τί δῆτʼ ἔδει με ταῦτα τὰ σκεύη φέρειν,
- εἴπερ ποιήσω μηδὲν ὧνπερ Φρύνιχος
- εἴωθε ποιεῖν καὶ Λύκις κἀμειψίας;
- μή νυν ποιήσῃς· ὡς ἐγὼ θεώμενος,
- ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω,