Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἤδη βαδίζων εἰμὶ τῆσδʼ, οἷ πρῶτά με
  2. ἔδει τραπέσθαι. παιδίον, παῖ, ἠμί, παῖ.
Ἡρακλῆς
  1. τίς τὴν θύραν ἐπάταξεν; ὡς κενταυρικῶς
  2. ἐνήλαθʼ ὅστις· εἰπέ μοι τουτὶ τί ἦν;
Διόνυσος
  1. ὁ παῖς.
Ξανθίας
  1. τί ἔστιν;
Διόνυσος
  1. οὐκ ἐνεθυμήθης;
Ξανθίας
  1. τὸ τί;
Διόνυσος
  1. ὡς σφόδρα μʼ ἔδεισε.
Ξανθίας
  1. νὴ Δία μὴ μαίνοιό γε.
Ἡρακλῆς
  1. οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν·
  2. καίτοι δάκνω γʼ ἐμαυτόν· ἀλλʼ ὅμως γελῶ.
Διόνυσος
  1. ὦ δαιμόνιε πρόσελθε· δέομαι γάρ τί σου.
Ἡρακλῆς
  1. ἀλλʼ οὐχ οἷός τʼ εἴμʼ ἀποσοβῆσαι τὸν γέλων
  2. ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην.
  3. τίς ὁ νοῦς; τί κόθορνος καὶ ῥόπαλον ξυνηλθέτην;
  4. ποῖ γῆς ἀπεδήμεις;
Διόνυσος
  1. ἐπεβάτευον Κλεισθένει—
Ἡρακλῆς
  1. κἀναυμάχησας;
Διόνυσος
  1. καὶ κατεδύσαμέν γε ναῦς
  2. τῶν πολεμίων ἢ δώδεκʼ ἢ τρεῖς καὶ δέκα.