Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οὗτοι γὰρ ἐγγύτατα παρʼ αὐτὴν τὴν ὁδὸν
  2. ἐπὶ ταῖσι τοῦ Πλούτωνος οἰκοῦσιν θύραις.
  3. καὶ χαῖρε πόλλʼ ὦδελφέ.
Διόνυσος
  1. νὴ Δία καὶ σύ γε
  2. ὑγίαινε. σὺ δὲ τὰ στρώματʼ αὖθις λάμβανε.
Ξανθίας
  1. πρὶν καὶ καταθέσθαι;
Διόνυσος
  1. καὶ ταχέως μέντοι πάνυ.
Ξανθίας
  1. μὴ δῆθʼ, ἱκετεύω σʼ, ἀλλὰ μίσθωσαί τινα
  2. τῶν ἐκφερομένων, ὅστις ἐπὶ τοῦτʼ ἔρχεται.
Διόνυσος
  1. ἐὰν δὲ μὴ εὕρω;
Ξανθίας
  1. τότε μʼ ἄγειν.
Διόνυσος
  1. καλῶς λέγεις.
  2. καὶ γάρ τινʼ ἐκφέρουσι τουτονὶ νεκρόν,
  3. οὗτος, σὲ λέγω μέντοι, σὲ τὸν τεθνηκότα·
  4. ἄνθρωπε βούλει σκευάριʼ εἰς Ἅιδου φέρειν;
Νέκρος
  1. πόσʼ ἄττα;
Διόνυσος
  1. ταυτί.
Νέκρος
  1. δύο δραχμὰς μισθὸν τελεῖς;
Διόνυσος
  1. μὰ Δίʼ ἀλλʼ ἔλαττον.
Νέκρος
  1. ὑπάγεθʼ ὑμεῖς τῆς ὁδοῦ.
Διόνυσος
  1. ἀνάμεινον ὦ δαιμόνιʼ, ἐὰν ξυμβῶ τί σοι.