Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- δεινότατα.
- μή μʼ ἔκπληττε μηδὲ δειμάτου·
- οὐ γάρ μʼ ἀποτρέψεις.
- εἶτα βόρβορον πολὺν
- καὶ σκῶρ ἀείνων· ἐν δὲ τούτῳ κειμένους,
- εἴ που ξένον τις ἠδίκησε πώποτε,
- ἢ παῖδα κινῶν τἀργύριον ὑφείλετο,
- ἢ μητέρʼ ἠλόασεν, ἢ πατρὸς γνάθον
- ἐπάταξεν, ἢ ʼπίορκον ὅρκον ὤμοσεν,
- ἢ Μορσίμου τις ῥῆσιν ἐξεγράψατο.
- νὴ τοὺς θεοὺς ἐχρῆν γε πρὸς τούτοισι κεἰ
- τὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου.
- ἐντεῦθεν αὐλῶν τίς σε περίεισιν πνοή,
- ὄψει τε φῶς κάλλιστον ὥσπερ ἐνθάδε,
- καὶ μυρρινῶνας καὶ θιάσους εὐδαίμονας
- ἀνδρῶν γυναικῶν καὶ κρότον χειρῶν πολύν.
- οὗτοι δὲ δὴ τίνες εἰσίν;
- οἱ μεμυημένοι—
- νὴ τὸν Δίʼ ἐγὼ γοῦν ὄνος ἄγω μυστήρια.
- ἀτὰρ οὐ καθέξω ταῦτα τὸν πλείω χρόνον.
- οἵ σοι φράσουσʼ ἁπαξάπανθʼ ὧν ἂν δέῃ.