Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τί δρῶ;
- ἀφιεμένην τὴν λαμπάδʼ ἐντεῦθεν θεῶ,
- κἄπειτʼ ἐπειδὰν φῶσιν οἱ θεώμενοι
- εἷναι, τόθʼ εἷναι καὶ σὺ σαυτόν.
- ποῖ
- κάτω.
- ἀλλʼ ἀπολέσαιμʼ ἂν ἐγκεφάλου θρίω δύο.
- οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην.
- τί δαί;
- ἥνπερ σὺ τότε κατῆλθες.
- ἀλλʼ ὁ πλοῦς πολύς.
- εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ
- ἄβυσσον.
- εἶτα πῶς περαιωθήσομαι;
- ἐν πλοιαρίῳ τυννουτῳί σʼ ἀνὴρ γέρων
- ναύτης διάξει δύʼ ὀβολὼ μισθὸν λαβών.
- φεῦ,
- ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύʼ ὀβολώ.
- πῶς ἠλθέτην κἀκεῖσε;
- Θησεὺς ἤγαγεν.
- μετὰ ταῦτʼ ὄφεις καὶ θηρίʼ ὄψει μυρία