Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- Φθιῶτʼ Ἀχιλλεῦ, τί ποτʼ ἀνδροδάικτον ἀκούων
- ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
- Ἑρμᾶν μὲν πρόγονον τίομεν γένος οἱ περὶ λίμναν.
- ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
- δύο σοὶ κόπω Αἰσχύλε τούτω.
- κύδιστʼ Ἀχαιῶν Ἀτρέως πολυκοίρανε μάνθανέ μου παῖ.
- ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
- τρίτος ᾠσχύλε σοὶ κόπος οὗτος.
- εὐφαμεῖτε· μελισσονόμοι δόμον Ἀρτέμιδος πέλας οἴγειν.
- ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
- κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν.
- ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
- ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν κόπων ὅσον.
- ἐγὼ μὲν οὖν ἐς τὸ βαλανεῖον βούλομαι·
- ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ.
- μὴ πρίν γʼ ἂν ἀκούσῃς χἀτέραν στάσιν μελῶν
- ἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργασμένην.
- ἴθι δὴ πέραινε, καὶ κόπον μὴ προστίθει.
- ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας,
- τοφλαττοθρατ τοφλαττοθρατ,