Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. Σφίγγα δυσαμεριᾶν πρύτανιν κύνα, πέμπει,
  2. τοφλαττοθρατ τοφλαττοθρατ,
  3. σὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις,
  4. τοφλαττοθρατ τοφλαττοθρατ,
  5. κυρεῖν παρασχὼν ἰταμαῖς κυσὶν ἀεροφοίτοις,
  6. τοφλαττοθρατ τοφλαττοθρατ,
  7. τὸ συγκλινές τʼ ἐπʼ Αἴαντι,
  8. τοφλαττοθρατ τοφλαττοθρατ.
Διόνυσος
  1. τί τὸ φλαττοθρατ τοῦτʼ ἐστίν; ἐκ Μαραθῶνος ἢ
  2. πόθεν συνέλεξας ἱμονιοστρόφου μέλη;
Αἰσχύλος
  1. ἀλλʼ οὖν ἐγὼ μὲν ἐς τὸ καλὸν ἐκ τοῦ καλοῦ
  2. ἤνεγκον αὔθʼ, ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳ
  3. λειμῶνα Μουσῶν ἱερὸν ὀφθείην δρέπων·
  4. οὗτος δʼ ἀπὸ πάντων †μὲν φέρει, πορνιδίων†,
  5. σκολίων Μελήτου, Καρικῶν αὐλημάτων,
  6. θρήνων, χορειῶν. τάχα δὲ δηλωθήσεται.
  7. ἐνεγκάτω τις τὸ λύριον. καίτοι τί δεῖ
  8. λύρας ἐπὶ τούτων; ποῦ ʼστιν ἡ τοῖς ὀστράκοις
  9. αὕτη κροτοῦσα; δεῦρο Μοῦσʼ Εὐριπίδου,
  10. πρὸς ἥνπερ ἐπιτήδεια ταῦτʼ ᾄδειν μέλη.