Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο—
Διόνυσος
  1. ἀπολεῖ σʼ· ἐρεῖ γάρ, ληκύθιον ἀπώλεσεν.
  2. τὸ ληκύθιον γὰρ τοῦτʼ ἐπὶ τοῖς προλόγοισί σου
  3. ὥσπερ τὰ σῦκʼ ἐπὶ τοῖσιν ὀφθαλμοῖς ἔφυ.
  4. ἀλλʼ ἐς τὰ μέλη πρὸς τῶν θεῶν αὐτοῦ τραποῦ.
Εὐριπίδης
  1. καὶ μὴν ἔχω γʼ οἷς αὐτὸν ἀποδείξω κακὸν
  2. μελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτʼ ἀεί.
Χορός
  1. τί ποτε πρᾶγμα γενήσεται;
  2. φροντίζειν γὰρ ἔγωγʼ ἔχω,
  3. τίνʼ ἄρα μέμψιν ἐποίσει
  4. ἀνδρὶ τῷ πολὺ πλεῖστα δὴ
  5. καὶ κάλλιστα μέλη ποιήσαντι
  6. τῶν μέχρι νυνί.
  7. θαυμάζω γὰρ ἔγωγʼ ὅπῃ
  8. μέμψεταί ποτε τοῦτον
  9. τὸν Βακχεῖον ἄνακτα,
  10. καὶ δέδοιχʼ ὑπὲρ αὐτοῦ.
Εὐριπίδης
  1. πάνυ γε μέλη θαυμαστά· δείξει δὴ τάχα.
  2. εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ.
Διόνυσος
  1. καὶ μὴν λογιοῦμαι ταῦτα τῶν ψήφων λαβών·