Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. φροντίζειν γὰρ ἔγωγʼ ἔχω,
  2. τίνʼ ἄρα μέμψιν ἐποίσει
  3. ἀνδρὶ τῷ πολὺ πλεῖστα δὴ
  4. καὶ κάλλιστα μέλη ποιήσαντι
  5. τῶν μέχρι νυνί.
  6. θαυμάζω γὰρ ἔγωγʼ ὅπῃ
  7. μέμψεταί ποτε τοῦτον
  8. τὸν Βακχεῖον ἄνακτα,
  9. καὶ δέδοιχʼ ὑπὲρ αὐτοῦ.
Εὐριπίδης
  1. πάνυ γε μέλη θαυμαστά· δείξει δὴ τάχα.
  2. εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ.
Διόνυσος
  1. καὶ μὴν λογιοῦμαι ταῦτα τῶν ψήφων λαβών·
(διαύλιον προσαυλεῖ τις)
Εὐριπίδης
  1. Φθιῶτʼ Ἀχιλλεῦ, τί ποτʼ ἀνδροδάικτον ἀκούων
  2. ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
  3. Ἑρμᾶν μὲν πρόγονον τίομεν γένος οἱ περὶ λίμναν.
  4. ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
Διόνυσος
  1. δύο σοὶ κόπω Αἰσχύλε τούτω.
Εὐριπίδης
  1. κύδιστʼ Ἀχαιῶν Ἀτρέως πολυκοίρανε μάνθανέ μου παῖ.
  2. ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
Διόνυσος
  1. τρίτος ᾠσχύλε σοὶ κόπος οὗτος.
Εὐριπίδης
  1. εὐφαμεῖτε· μελισσονόμοι δόμον Ἀρτέμιδος πέλας οἴγειν.
  2. ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
  3. κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν.