Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν
- θοαῖσιν ἵπποις—
- ληκύθιον ἀπώλεσεν.
- ὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον.
- ἀλλʼ ὦγάθʼ ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ·
- λήψει γὰρ ὀβολοῦ πάνυ καλήν τε κἀγαθήν.
- μὰ τὸν Δίʼ οὔπω γʼ· ἔτι γὰρ εἰσί μοι συχνοί.
- Οἰνεύς ποτʼ ἐκ γῆς—
- ληκύθιον ἀπώλεσεν.
- ἔασον εἰπεῖν πρῶθʼ ὅλον με τὸν στίχον.
- Οἰνεύς ποτʼ ἐκ γῆς πολύμετρον λαβὼν στάχυν
- θύων ἀπαρχάς—
- ληκύθιον ἀπώλεσεν.
- μεταξὺ θύων; καὶ τίς αὔθʼ ὑφείλετο;
- ἔα αὐτὸν ὦ τᾶν· πρὸς τοδὶ γὰρ εἰπάτω.
- Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο—
- ἀπολεῖ σʼ· ἐρεῖ γάρ, ληκύθιον ἀπώλεσεν.
- τὸ ληκύθιον γὰρ τοῦτʼ ἐπὶ τοῖς προλόγοισί σου
- ὥσπερ τὰ σῦκʼ ἐπὶ τοῖσιν ὀφθαλμοῖς ἔφυ.
- ἀλλʼ ἐς τὰ μέλη πρὸς τῶν θεῶν αὐτοῦ τραποῦ.
- καὶ μὴν ἔχω γʼ οἷς αὐτὸν ἀποδείξω κακὸν
- μελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτʼ ἀεί.
- τί ποτε πρᾶγμα γενήσεται;