Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
  2. κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν.
  3. ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
Διόνυσος
  1. ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν κόπων ὅσον.
  2. ἐγὼ μὲν οὖν ἐς τὸ βαλανεῖον βούλομαι·
  3. ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ.
Εὐριπίδης
  1. μὴ πρίν γʼ ἂν ἀκούσῃς χἀτέραν στάσιν μελῶν
  2. ἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργασμένην.
Διόνυσος
  1. ἴθι δὴ πέραινε, καὶ κόπον μὴ προστίθει.
Εὐριπίδης
  1. ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας,
  2. τοφλαττοθρατ τοφλαττοθρατ,
  3. Σφίγγα δυσαμεριᾶν πρύτανιν κύνα, πέμπει,
  4. τοφλαττοθρατ τοφλαττοθρατ,
  5. σὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις,
  6. τοφλαττοθρατ τοφλαττοθρατ,
  7. κυρεῖν παρασχὼν ἰταμαῖς κυσὶν ἀεροφοίτοις,
  8. τοφλαττοθρατ τοφλαττοθρατ,
  9. τὸ συγκλινές τʼ ἐπʼ Αἴαντι,
  10. τοφλαττοθρατ τοφλαττοθρατ.
Διόνυσος
  1. τί τὸ φλαττοθρατ τοῦτʼ ἐστίν; ἐκ Μαραθῶνος ἢ
  2. πόθεν συνέλεξας ἱμονιοστρόφου μέλη;
Αἰσχύλος
  1. ἀλλʼ οὖν ἐγὼ μὲν ἐς τὸ καλὸν ἐκ τοῦ καλοῦ
  2. ἤνεγκον αὔθʼ, ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳ
  3. λειμῶνα Μουσῶν ἱερὸν ὀφθείην δρέπων·
  4. οὗτος δʼ ἀπὸ πάντων †μὲν φέρει, πορνιδίων†,