Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τὸ τί;
  2. ἐγὼ πρίωμαι τῷδʼ;
Διόνυσος
  1. ἐὰν πείθῃ γʼ ἐμοί.
Εὐριπίδης
  1. οὐ δῆτʼ, ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγειν
  2. ἵνʼ οὗτος οὐχ ἕξει προσάψαι ληκύθιον.
  3. Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν
  4. θοαῖσιν ἵπποις—
Αἰσχύλος
  1. ληκύθιον ἀπώλεσεν.
Διόνυσος
  1. ὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον.
  2. ἀλλʼ ὦγάθʼ ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ·
  3. λήψει γὰρ ὀβολοῦ πάνυ καλήν τε κἀγαθήν.
Εὐριπίδης
  1. μὰ τὸν Δίʼ οὔπω γʼ· ἔτι γὰρ εἰσί μοι συχνοί.
  2. Οἰνεύς ποτʼ ἐκ γῆς—
Αἰσχύλος
  1. ληκύθιον ἀπώλεσεν.
Εὐριπίδης
  1. ἔασον εἰπεῖν πρῶθʼ ὅλον με τὸν στίχον.
  2. Οἰνεύς ποτʼ ἐκ γῆς πολύμετρον λαβὼν στάχυν
  3. θύων ἀπαρχάς—
Αἰσχύλος
  1. ληκύθιον ἀπώλεσεν.
Διόνυσος
  1. μεταξὺ θύων; καὶ τίς αὔθʼ ὑφείλετο;
Εὐριπίδης
  1. ἔα αὐτὸν ὦ τᾶν· πρὸς τοδὶ γὰρ εἰπάτω.