Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἀλλʼ οὐδὲν ἔσται πρᾶγμα· πρὸς γὰρ τουτονὶ
  2. τὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον.
  3. οὐκ ἔστιν ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ·
  4. ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,
  5. ἢ δυσγενὴς ὤν—
Αἰσχύλος
  1. ληκύθιον ἀπώλεσεν.
Διόνυσος
  1. Εὐριπίδη—
Εὐριπίδης
  1. τί ἔσθʼ;
Διόνυσος
  1. ὑφέσθαι μοι δοκεῖ·
  2. τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ.
Εὐριπίδης
  1. οὐδʼ ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε·
  2. νυνὶ γὰρ αὐτοῦ τοῦτό γʼ ἐκκεκόψεται.
Διόνυσος
  1. ἴθι δὴ λέγʼ ἕτερον κἀπέχου τῆς ληκύθου.
Εὐριπίδης
  1. Σιδώνιόν ποτʼ ἄστυ Κάδμος ἐκλιπὼν
  2. Ἀγήνορος παῖς—
Αἰσχύλος
  1. ληκύθιον ἀπώλεσεν.
Διόνυσος
  1. ὦ δαιμόνιʼ ἀνδρῶν ἀποπρίω τὴν λήκυθον,
  2. ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν.
Εὐριπίδης
  1. τὸ τί;
  2. ἐγὼ πρίωμαι τῷδʼ;
Διόνυσος
  1. ἐὰν πείθῃ γʼ ἐμοί.
Εὐριπίδης
  1. οὐ δῆτʼ, ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγειν
  2. ἵνʼ οὗτος οὐχ ἕξει προσάψαι ληκύθιον.