Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- κἂν ταῦτα λέγων ἐξαπατήσῃ, παρὰ τοὺς ἰχθῦς ἀνέκυψεν.
- εἶτʼ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας,
- ἣ ʼξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεν
- τῶν μειρακίων στωμυλλομένων, καὶ τοὺς Παράλους ἀνέπεισεν
- ἀνταγορεύειν τοῖς ἄρχουσιν. καίτοι τότε γʼ ἡνίκʼ ἐγὼ ʼζων,
- οὐκ ἠπίσταντʼ ἀλλʼ ἢ μᾶζαν καλέσαι καὶ ῥυππαπαῖ εἰπεῖν.
- νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γʼ ἐς τὸ στόμα τῷ θαλάμακι,
- καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι·
- νῦν δʼ ἀντιλέγει κοὐκέτʼ ἐλαύνων πλεῖ δευρὶ καὖθις ἐκεῖσε.
- ποίων δὲ κακῶν οὐκ αἴτιός ἐστʼ;
- οὐ προαγωγοὺς κατέδειξʼ οὗτος,
- καὶ τικτούσας ἐν τοῖς ἱεροῖς,
- καὶ μιγνυμένας τοῖσιν ἀδελφοῖς,
- καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν;
- κᾆτʼ ἐκ τούτων ἡ πόλις ἡμῶν
- ὑπογραμματέων ἀνεμεστώθη
- καὶ βωμολόχων δημοπιθήκων
- ἐξαπατώντων τὸν δῆμον ἀεί,
- λαμπάδα δʼ οὐδεὶς οἷός τε φέρειν
- ὑπʼ ἀγυμνασίας ἔτι νυνί.