Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. πότερον δʼ οὐκ ὄντα λόγον τοῦτον περὶ τῆς Φαίδρας ξυνέθηκα;
Αἰσχύλος
  1. μὰ Δίʼ ἀλλʼ ὄντʼ· ἀλλʼ ἀποκρύπτειν χρὴ τὸ πονηρὸν τόν γε ποιητήν,
  2. καὶ μὴ παράγειν μηδὲ διδάσκειν. τοῖς μὲν γὰρ παιδαρίοισιν
  3. ἔστι διδάσκαλος ὅστις φράζει, τοῖσιν δʼ ἡβῶσι ποιηταί.
  4. πάνυ δὴ δεῖ χρηστὰ λέγειν ἡμᾶς.
Εὐριπίδης
  1. ἢν οὖν σὺ λέγῃς Λυκαβηττοὺς
  2. καὶ Παρνασσῶν ἡμῖν μεγέθη, τοῦτʼ ἐστὶ τὸ χρηστὰ διδάσκειν,
  3. ὃν χρῆν φράζειν ἀνθρωπείως;
Αἰσχύλος
  1. ἀλλʼ ὦ κακόδαιμον ἀνάγκη
  2. μεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα τίκτειν.
  3. κἄλλως εἰκὸς τοὺς ἡμιθέους τοῖς ῥήμασι μείζοσι χρῆσθαι·
  4. καὶ γὰρ τοῖς ἱματίοις ἡμῶν χρῶνται πολὺ σεμνοτέροισιν.
  5. ἁμοῦ χρηστῶς καταδείξαντος διελυμήνω σύ.
Εὐριπίδης
  1. τί δράσας;
Αἰσχύλος
  1. πρῶτον μὲν τοὺς βασιλεύοντας ῥάκιʼ ἀμπισχών, ἵνʼ ἐλεινοὶ
  2. τοῖς ἀνθρώποις φαίνοιντʼ εἶναι.
Εὐριπίδης
  1. τοῦτʼ οὖν ἔβλαψά τι δράσας;
Αἰσχύλος
  1. οὔκουν ἐθέλει γε τριηραρχεῖν πλουτῶν οὐδεὶς διὰ ταῦτα,
  2. ἀλλὰ ῥακίοις περιειλάμενος κλάει καὶ φησὶ πένεσθαι.
Διόνυσος
  1. νὴ τὴν Δήμητρα χιτῶνά γʼ ἔχων οὔλων ἐρίων ὑπένερθεν.