Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- μὰ Δίʼ οὐ δῆθʼ, ὥστʼ ἐπαφαυάνθην
- Παναθηναίοισι γελῶν, ὅτε δὴ
- βραδὺς ἄνθρωπός τις ἔθει κύψας
- λευκὸς πίων ὑπολειπόμενος
- καὶ δεινὰ ποιῶν· κᾆθʼ οἱ Κεραμῆς
- ἐν ταῖσι πύλαις παίουσʼ αὐτοῦ
- γαστέρα πλευρὰς λαγόνας πυγήν,
- ὁ δὲ τυπτόμενος ταῖσι πλατείαις
- ὑποπερδόμενος
- φυσῶν τὴν λαμπάδʼ ἔφευγεν.
- μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἁδρὸς ὁ πόλεμος ἔρχεται.
- χαλεπὸν οὖν ἔργον διαιρεῖν,
- ὅταν ὁ μὲν τείνῃ βιαίως,
- ὁ δʼ ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς.
- ἀλλὰ μὴ νʼ ταὐτῷ κάθησθον·
- ἐσβολαὶ γάρ εἰσι πολλαὶ χἄτεραι σοφισμάτων.
- ὅ τι περ οὖν ἔχετον ἐρίζειν,
- λέγετον ἔπιτον ἀνά τε δέρετον
- τά τε παλαιὰ καὶ τὰ καινά,
- κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὸν λέγειν.