Thesmophoriazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. δάσκια καὶ νάπαι πετρώδεις βρέμονται·
  2. κύκλῳ δὲ περὶ σὲ κισσὸς
  3. εὐπέταλος ἕλικι θάλλει.
Τοξότης
  1. ἐνταῦτα νῦν οἰμῶξι πρὸς τὴν αἰτρίαν.
Μνησίλοχος
  1. ὦ τοξόθʼ ἱκετεύω σε.
Τοξότης
  1. μή μʼ ἰκετεῦσι σύ.
Μνησίλοχος
  1. χάλασον τὸν ἧλον.
Τοξότης
  1. ἀλλὰ ταῦτα δρᾶσʼ ἐγώ.
Μνησίλοχος
  1. οἴμοι κακοδαίμων, μᾶλλον ἐπικρούεις σύ γε.
Τοξότης
  1. ἔτι μᾶλλο βοῦλις;
Μνησίλοχος
  1. ἀτταταῖ ἰατταταῖ·
  2. κακῶς ἀπόλοιο.
Τοξότης
  1. σῖγα κακοδαίμων γέρον.
  2. πέρʼ ἐγὼ ʼξινίγκι πορμός, ἴνα πυλάξι σοι.
Μνησίλοχος
  1. ταυτὶ τὰ βέλτιστʼ ἀπολέλαυκʼ Εὐριπίδου.
  2. ἔα· θεοί, Ζεῦ σῶτερ, εἰσὶν ἐλπίδες.
  3. ἁνὴρ ἔοικεν οὐ προδώσειν, ἀλλά μοι
  4. σημεῖον ὑπεδήλωσε Περσεὺς ἐκδραμών,
  5. ὅτι δεῖ με γίγνεσθʼ Ἀνδρομέδαν· πάντως δέ μοι
  6. τὰ δέσμʼ ὑπάρχει. δῆλον οὖν τοῦτʼ ἔσθʼ ὅτι