Thesmophoriazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. χαρέντα χορείαις.
  2. ἔξαιρε δὴ προθύμως
  3. διπλῆν χάριν χορείας.
  4. παίσωμεν ὦ γυναῖκες οἷάπερ νόμος,
  5. νηστεύωμεν δὲ πάντως.
Χορός
  1. ἀλλʼ εἶα πάλλʼ ἀνάστρεφʼ εὐρύθμῳ ποδί,
  2. τόρευε πᾶσαν ᾠδήν·
  3. ἡγοῦ δέ γʼ ὧδʼ αὐτὸς σὺ
  4. κισσοφόρε Βάκχειε
  5. δέσποτʼ· ἐγὼ δὲ κώμοις
  6. σὲ φιλοχόροισι μέλψω.
Χορός
  1. εὔιον ὦ Διόνυσε
  2. Βρόμιε καὶ Σεμέλας παῖ,
  3. χοροῖς τερπόμενος
  4. κατʼ ὄρεα νυμφᾶν †ἐρατοῖσ† ἐν ὕμνοις,
  5. [*](Numbered 993b in print; renumbered 993a according to Perseus conventions.)εὔιον εὔιον εὐοῖ
  6. --- ἀναχορεύων.
Χορός
  1. ἀμφὶ δὲ σοὶ κτυπεῖται
  2. Κιθαιρώνιος ἠχώ,
  3. μελάμφυλλά τʼ ὄρη