Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἥξει με σώσων· οὐ γὰρ ἂν παρέπτετο.
- φίλαι παρθένοι φίλαι, πῶς ἂν οὖν
- ἐπέλθοιμι καὶ
- τὸν Σκύθην λάθοιμι;
- κλύεις; ὦ πρὸς αἰδοῦς σὲ τὰν ἐν ἄντροις,
- κατάνευσον, ἔασον ὡς
- τὴν γυναῖκά μʼ ἐλθεῖν.
- ἄνοικτος ὅς μʼ ἔδησε τὸν
- πολυστονώτατον βροτῶν·
- μόλις δὲ γραῖαν ἀποφυγὼν
- σαπρὰν ἀπωλόμην ὅμως.
- ὅδε γὰρ ὁ Σκύθης πάλαι μοι φύλαξ
- ἐφεστὼς ὀλοὸν ἄφιλον ἐκρέμασεν
- κόραξι δεῖπνον. ὁρᾷς; οὐ
- χοροῖσιν οὐδʼ ὑφʼ ἡλίκων νεανίδων
- κημὸν ἕστηκʼ ἔχουσʼ,
- ἀλλʼ ἐν πυκνοῖς δεσμοῖσιν ἐμπεπλεγμένη
- κήτει βορὰ Γλαυκέτῃ πρόκειμαι,
- γαμηλίῳ μὲν οὐ ξὺν
- παιῶνι δεσμίῳ δὲ