Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- μέλπε καὶ γέραιρε φωνῇ πᾶσα χορομανεῖ τρόπῳ.
- εἰ δέ τις
- προσδοκᾷ κακῶς ἐρεῖν
- ἐν ἱερῷ γυναῖκά μʼ οὖσαν ἄνδρας, οὐκ ὀρθῶς φρονεῖ.
- ἀλλὰ χρῆν
- ὥσπερ ἔργον αὖ τι καινὸν
- πρῶτον εὐκύκλου χορείας εὐφυᾶ στῆσαι βάσιν.
- πρόβαινε ποσὶ τὸν εὐλύραν
- μέλπουσα καὶ τὴν τοξοφόρον
- Ἄρτεμιν ἄνασσαν ἁγνήν.
- χαῖρʼ ὦ ἑκάεργε,
- ὄπαζε δὲ νίκην·
- Ἥραν δὲ τὴν τελείαν
- μέλψωμεν ὥσπερ εἰκός,
- ἣ πᾶσι τοῖς χοροῖσιν ἐμπαίζει τε καὶ
- κλῇδας γάμου φυλάττει.
- Ἑρμῆν τε νόμιον ἄντομαι
- καὶ Πᾶνα καὶ Νύμφας φίλας
- ἐπιγελάσαι προθύμως
- ταῖς ἡμετέραισι