Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- γέλωτα παρέχω τοῖς κόραξιν ἑστιῶν.
- ἔχοντα ταῦτʼ ἔδοξε τῇ βουλῇ σε δεῖν,
- ἵνα τοῖς παριοῦσι δῆλος ᾖς πανοῦργος ὤν.
- ἰαππαπαιάξ· ὦ κροκώθʼ οἷʼ εἴργασαι·
- κοὐκ ἔστʼ ἔτʼ ἐλπὶς οὐδεμία σωτηρίας.
- ἄγε νυν ἡμεῖς παίσωμεν ἅπερ νόμος ἐνθάδε ταῖσι γυναιξίν,
- ὅταν ὄργια σεμνὰ θεοῖν ἱεραῖς ὥραις ἀνέχωμεν, ἅπερ καὶ
- Παύσων σέβεται καὶ νηστεύει,
- πολλάκις αὐτοῖν ἐκ τῶν ὡρῶν
- ἐς τὰς ὥρας ξυνεπευχόμενος
- τοιαῦτα μέλειν θάμʼ ἑαυτῷ.
- ὅρμα χώρει·
- κοῦφα ποσὶν ἄγʼ ἐς κύκλον,
- χειρὶ σύναπτε χεῖρα,
- ῥυθμὸν χορείας ὕπαγε πᾶσα·
- βαῖνε καρπαλίμοιν ποδοῖν.
- ἐπισκοπεῖν δὲ πανταχῇ
- κυκλοῦσαν ὄμμα χρὴ χοροῦ κατάστασιν.
- ἅμα δὲ καὶ
- γένος Ὀλυμπίων θεῶν