Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἐγὼ δʼ ὁ κακοδαίμων τί δρῶ;
- μένʼ ἥσυχος.
- οὐ γὰρ προδώσω σʼ οὐδέποτʼ, ἤνπερ ἐμπνέω,
- ἢν μὴ προλίπωσʼ αἱ μυρίαι με μηχαναί.
- αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν.
- ὅδʼ ἔσθʼ ὁ πανοῦργος ὃν ἔλεγʼ ἡμῖν Κλεισθένης;
- οὗτος τί κύπτεις; δῆσον αὐτὸν εἰσάγων
- ὦ τοξότʼ ἐν τῇ σανίδι, κἄπειτʼ ἐνθαδὶ
- στήσας φύλαττε καὶ προσιέναι μηδένα
- ἔα πρὸς αὐτόν, ἀλλὰ τὴν μάστιγʼ ἔχων
- παῖʼ ἢν προσίῃ τις.
- νὴ Δίʼ ὡς νῦν δή γʼ ἀνὴρ
- ὀλίγου μʼ ἀφείλετʼ αὐτὸν ἱστιορράφος.
- ὦ πρύτανι πρὸς τῆς δεξιᾶς, ἥνπερ φιλεῖς
- κοίλην προτείνειν ἀργύριον ἤν τις διδῷ,
- χάρισαι βραχύ τί μοι καίπερ ἀποθανουμένῳ.
- τί σοι χαρίσωμαι;
- γυμνὸν ἀποδύσαντά με
- κέλευε πρὸς τῇ σανίδι δεῖν τὸν τοξότην,
- ἵνα μὴ ʼν κροκωτοῖς καὶ μίτραις γέρων ἀνὴρ