Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τοῦ γὰρ τεχνάζειν ἡμέτερος ὁ πυραμοῦς.
- σίγα.
- τί δʼ ἔστιν;
- Ἁγάθων ἐξέρχεται.
- καὶ ποῖός ἐστιν;
- οὗτος οὑκκυκλούμενος.
- ἀλλʼ ἢ τυφλὸς μέν εἰμʼ· ἐγὼ γὰρ οὐχ ὁρῶ
- ἄνδρʼ οὐδένʼ ἐνθάδʼ ὄντα, Κυρήνην δʼ ὁρῶ.
- σίγα· μελῳδεῖν γὰρ παρασκευάζεται.
- μύρμηκος ἀτραπούς, ἢ τί διαμινύρεται;
- ἱερὰν χθονίαις δεξάμεναι
- λαμπάδα κοῦραι ξὺν ἐλευθέρᾳ
- πατρίδι χορεύσασθε βοάν.
- τίνι δαιμόνων ὁ κῶμος;
- λέγε νυν. εὐπίστως δὲ τοὐμὸν
- δαίμονας ἔχει σεβίσαι.
- ἄγε νυν ὄλβιζε Μοῦσα
- χρυσέων ῥύτορα τόξων
- Φοῖβον, ὃς ἱδρύσατο χώρας
- γύαλα Σιμουντίδι γᾷ.