Thesmophoriazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. χαῖρε καλλίστας ἀοιδᾶς
  2. Φοῖβʼ ἐν εὐμούσοισι τιμαῖς
  3. γέρας ἱερὸν προφέρων.
Ἀγάθων
  1. τάν τʼ ἐν ὄρεσι δρυογόνοισι
  2. κόραν ἀείσατʼ
  3. Ἄρτεμιν ἀγροτέραν.
Χορὸς Ἀγάθωνος
  1. ἕπομαι κλῄζουσα σεμνὸν
  2. γόνον ὀλβίζουσα Λατοῦς
  3. Ἄρτεμιν ἀπειρολεχῆ.
Ἀγάθων
  1. Λατώ τε κρούματά τʼ Ἀσιάδος
  2. ποδὶ †παράρυθμʼ εὔρυθμα Φρυγίων
  3. διανεύματα Χαρίτων†.
Χορὸς Ἀγάθωνος
  1. σέβομαι Λατώ τʼ ἄνασσαν
  2. κίθαρίν τε ματέρʼ ὕμνων
  3. ἄρσενι βοᾷ δόκιμον,
  4. τᾷ φάος ἔσσυτο δαιμονίοις θεοῦ ὄμμασιν
  5. ἁμετέρας τε διʼ αἰφνιδίου ὀπός. ὧν χάριν
  6. ἄνακτʼ ἄγαλλε Φοῖβον τιμᾷ.
  7. χαῖρʼ ὄλβιε παῖ Λατοῦς.
Μνησίλοχος
  1. ὡς ἡδὺ τὸ μέλος ὦ πότνιαι Γενετυλλίδες