Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- εἴτʼ ἔστʼ ἔτι ζῶν εἴτʼ ἀπόλωλʼ Εὐριπίδης.
- καὶ πῶς; ἐπεὶ νῦν γʼ οὔτε τὰ δικαστήρια
- μέλλει δικάζειν οὔτε βουλῆς ἐσθʼ ἕδρα,
- ἐπεὶ τρίτη ʼστὶ Θεσμοφορίων ἡ μέση.
- τοῦτʼ αὐτὸ γὰρ τοι κἀπολεῖν με προσδοκῶ.
- αἱ γὰρ γυναῖκες ἐπιβεβουλεύκασί μοι
- κἀν Θεσμοφόροιν μέλλουσι περί μου τήμερον
- ἐκκλησιάζειν ἐπʼ ὀλέθρῳ.
- τιὴ τί δή;
- ὁτιὴ τραγῳδῶ καὶ κακῶς αὐτὰς λέγω.
- νὴ τὸν Ποσειδῶ καὶ δίκαιά γʼ ἂν πάθοις.
- ἀτὰρ τίνʼ ἐκ τούτων σὺ μηχανὴν ἔχεις;
- Ἀγάθωνα πεῖσαι τὸν τραγῳδοδιδάσκαλον
- ἐς Θεσμοφόροιν ἐλθεῖν.
- τί δράσοντʼ; εἰπέ μοι.
- ἐκκλησιάσοντʼ ἐν ταῖς γυναιξὶ κἂν δέῃ
- λέξονθʼ ὑπὲρ ἐμοῦ.
- πότερα φανερῶς ἢ λάθρᾳ;
- λάθρᾳ, στολὴν γυναικὸς ἠμφιεσμένον.
- τὸ πρᾶγμα κομψὸν καὶ σφόδρʼ ἐκ τοῦ σοῦ τρόπου·