Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὦ θεοὶ τίνʼ ὄψιν εἰσορῶ; τίς εἶ γύναι;
- σὺ δʼ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμʼ ἔχει λόγος.
- Ἑλληνὶς εἶ τις ἢ ʼπιχωρία γυνή;
- Ἑλληνίς. ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.
- Ἑλένῃ σʼ ὁμοίαν δὴ μάλιστʼ εἶδον γύναι.
- ἐγὼ δὲ Μενελάῳ σʼ ὅσα γʼ ἐκ τῶν ἰφύων.
- ἔγνως ἄρʼ ὀρθῶς ἄνδρα δυστυχέστατον.
- ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐσχάρας
- λαβέ με λαβέ με πόσι, περίβαλε δὲ χέρας.
- φέρε σὲ κύσω. ἄπαγέ μʼ ἄπαγʼ ἄπαγέ με
- λαβὼν ταχὺ πάνυ.
- κλαύσετʼ ἄρα νὴ τὼ θεὼ
- ὅστις σʼ ἀπάξει τυπτόμενος τῇ λαμπάδι.
- σὺ τὴν ἐμὴν γυναῖκα κωλύεις ἐμέ,
- τὴν Τυνδάρειον παῖδʼ, ἐπὶ Σπάρτην ἄγειν;
- οἴμʼ ὡς πανοῦργος καὐτὸς εἶναί μοι δοκεῖς
- καὶ τοῦδέ τις ξύμβουλος. οὐκ ἐτὸς πάλαι
- ᾐγυπτιάζετʼ. ἀλλʼ ὅδε μὲν δώσει δίκην.
- προσέρχεται γὰρ ὁ πρύτανις χὠ τοξότης.
- τουτὶ πονηρόν· ἀλλʼ ὑπαποκινητέον.